Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.75.1 | Hdt. 9.76.2 (English) | >>Hdt. 9.77.2 |
9.76.1
ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι , ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος · ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας , ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω , κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων , καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας , ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην , πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα , ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε ·
9.76.2 “ὦ βασιλεῦ Σπάρτης , ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης . σὺ γὰρ καὶ ἐς τόδε ὤνησας , τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας . εἰμὶ δὲ γένος μὲν Κῴη , θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω · βίῃ δέ με λαβὼν ἐν Κῷ εἶχε ὁ Πέρσης .” ὁ δὲ ἀμείβεται τοισίδε ·
9.76.3 “γύναι , θάρσεε καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου , ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων .” ταῦτα δὲ εἴπας τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι , ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν , ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.75.1 | Hdt. 9.76.2 (English) | >>Hdt. 9.77.2 |